Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.180 Dem. 19.183 (English) >>Dem. 19.186

19.182ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν. 19.183τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω. 19.184οὐδὲν γὰρ ἔσθʼ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ψευδῆ λέγων. οἷς γάρ ἐστʼ ἐν λόγοις πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας τυράννου παρελέσθαι καὶ ὑμῶν· οὐδʼ ὀλίγου δεῖ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.180 Dem. 19.183 (English) >>Dem. 19.186

Powered by PhiloLogic